Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.357 Joseph. AJ 16.362 (English) >>Joseph. AJ 16.367

16.360διέπεμπεν οὖν ὅσους ἐδόκει καλεῖν εἰς τὸ συνέδριον Ἀρχελάου χωρίς· ἐκεῖνον δὲ διʼ ἔχθος οὐκ ἠξίου παρατυγχάνειν καὶ τῇ προαιρέσει νομίζων ἐμποδὼν ἔσεσθαι. 16.361

Γενομένων δὲ ἐν Βηρυτῷ τῶν ἡγεμόνων καὶ τῶν ἄλλων ὅσους τῶν πόλεων ἐκάλεσεν, τοὺς μὲν παῖδας, οὐ γὰρ ἠξίου παράγειν εἰς τὸ συνέδριον, ἐν κώμῃ τινὶ Σιδωνίων εἶχεν Παλαεστῷ καλουμένῃ πλησίον τῆς πόλεως, ὡς ἔχειν εἰ κληθεῖεν παραστῆσαι. 16.362μόνος δὲ καὶ κατʼ αὐτὸν εἰσελθὼν ἑκατὸν καὶ πεντήκοντα συγκαθημένων ἀνδρῶν κατηγόρει κατηγορίαν οὐκ ὀδυνηρὰν ὡς πρὸς ἀνάγκην ὧν ἠτύχει, πλεῖστον δὲ ἀπεοικυῖαν πατὴρ ἐπὶ παισὶν εἴποι· 16.363βίαιος γὰρ ἦν καὶ περὶ τὴν ἀπόδειξιν τῆς αἰτίας ἐτετάρακτο καὶ μέγιστα θυμοῦ καὶ ἀγριότητος ἐνεδίδου σημεῖα, τούς τε ἐλέγχους οὐκ ἐκείνοις ἐπιτρέπων καταμαθεῖν, ἀλλὰ συνηγορίαν αὐτοῖς προτιθεὶς πατρὶ κατὰ παίδων ἀσχήμονα, καὶ τὰ γραφέντα διʼ αὐτῶν ἐκείνων ἀναγινώσκων, ἐν οἷς ἐπιβουλὴ μὲν τις ἐπίνοια δυσσεβείας οὐκ ἐγέγραπτο, μόνον δὲ ὡς φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη περιέχουσαι διὰ τὴν δύσνοιαν. 16.364ἐφʼ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς διʼ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν τοιούτων ἀκούειν λόγων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.357 Joseph. AJ 16.362 (English) >>Joseph. AJ 16.367

Powered by PhiloLogic